Full Moon

32. Ἀθηνᾶς, θυμίαμα ἀρώματα.


Παλλὰς μουνογενής, μεγάλου Διὸς ἔκγονε σεμνή,
δῖα μάκαιρα θεά, πολεμόκλονε, ὀμβριμόθυμε,
ἄρρητε, ῥητή, μεγαλώνυμε, ἀντροδίαιτε,
ἣ διέπεις ὄχθους ὑψαύχενας ἀκρωρείους
ἠδ’ ὄρεα σκιόεντα, νάπαισί τε σὴν φρένα τέρπεις,
ὁπλοχαρής, οἰστροῦσα βροτῶν ψυχὰς μανίαισι,
γυμνάζουσα κόρη, φρικώδη θυμὸν ἔχουσα,
Γοργοφόνη, φυγόλεκτρε, τεχνῶν μῆτερ πολύολβε,
ὁρμάστειρα, φίλοιστρε κακοῖς, ἀγαθοῖς δὲ φρόνησις·
ἄρσην μὲν καὶ θῆλυς ἔφυς, πολεμήτοκε μῆτι,
αἰολόμορφε, δράκαινα, φιλένθεε, ἀγλαότιμε,
Φλεγραίων ὀλέτειρα Γιγάντων, ἱππελάτειρα,
Τριτογένεια, λύτειρα κακῶν, νικηφόρε δαῖμον,
ἤματα καὶ νύκτας αἰεὶ νεάταισιν ἐν ὥραις,
κλῦθί μευ εὐχομένου, δὸς δ’ εἰρήνην πολύολβον
καὶ κόρον ἠδ’ ὑγίειαν ἐπ’ εὐόλβοισιν ἐν ὥραις, 
γλαυκῶφ’, εὑρεσίτεχνε, πολυλλίστη βασίλεια.
4 novembre 2017

06:24:29

Pubblicità

Rispondi

Inserisci i tuoi dati qui sotto o clicca su un'icona per effettuare l'accesso:

Logo di WordPress.com

Stai commentando usando il tuo account WordPress.com. Chiudi sessione /  Modifica )

Foto di Facebook

Stai commentando usando il tuo account Facebook. Chiudi sessione /  Modifica )

Connessione a %s...